Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- πειθώμεθʼ αὖτις πατέρα βέλτιον φρονεῖν.
- κακός τίς ἐστι καὶ λίαν ταρβεῖ στρατόν.
- ἀλλʼ οἱ λόγοι γε καταπαλαίουσιν λόγους.
- ψυχρὰ μὲν ἐλπίς· ὅ τι δὲ χρή με δρᾶν φράσον.
- ἱκέτευʼ ἐκεῖνον πρῶτα μὴ κτείνειν τέκνα·
- ἢν δʼ ἀντιβαίνῃ, πρὸς ἐμέ σοι πορευτέον.
- ᾗ γὰρ τὸ χρῇζον ἐπίθετʼ, οὐ τοὐμὸν χρεὼν
- χωρεῖν· ἔχει γὰρ αὐτὸ τὴν σωτηρίαν.
- κἀγώ τʼ ἀμείνων πρὸς φίλον γενήσομαι,
- στρατός τʼ ἂν οὐ μέμψαιτό μʼ, εἰ τὰ πράγματα
- λελογισμένως πράσσοιμι μᾶλλον ἢ σθένει.
- καλῶς δὲ κρανθέντων καὶ πρὸς ἡδονὴν φίλοις
- σοί τʼ ἂν γένοιτο κἂν ἐμοῦ χωρὶς τάδε.
- ὡς σώφρονʼ εἶπας. δραστέον δʼ ἅ σοι δοκεῖ.
- ἢν δʼ αὖ τι μὴ πράσσωμεν ὧν ἐγὼ θέλω,
- ποῦ σʼ αὖθις ὀψόμεσθα, ποῦ; χρή μʼ ἀθλίαν
- ἐλθοῦσαν εὑρεῖν σὴν χέρʼ ἐπίκουρον κακῶν;
- ἡμεῖς σε φύλακες οὗ χρεὼν φυλάξομεν,
- μή τίς σʼ ἴδῃ στείχουσαν ἐπτοημένην
- Δαναῶν διʼ ὄχλου· μηδὲ πατρῷον δόμον