Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. οὐκ ἐῶν ἢ ξυγκελεύων παῖδʼ ἄγειν θανουμένην;
Πρεσβύτης
  1. μὴ μὲν οὖν ἄγειν· φρονῶν γὰρ ἔτυχε σὸς πόσις τότʼ εὖ.
Κλυταιμήστρα
  1. κᾆτα πῶς φέρων γε δέλτον οὐκ ἐμοὶ δίδως λαβεῖν;
Πρεσβύτης
  1. Μενέλεως ἀφείλεθʼ ἡμᾶς, ὃς κακῶν τῶνδʼ αἴτιος.
Κλυταιμήστρα
  1. ὦ τέκνον Νηρῇδος, ὦ παῖ Πηλέως, κλύεις τάδε;
Ἀχιλλεύς
  1. ἔκλυον οὖσαν ἀθλίαν σε, τὸ δʼ ἐμὸν οὐ φαύλως φέρω.
Κλυταιμήστρα
  1. παῖδά μου κατακτενοῦσι σοῖς δολώσαντες γάμοις.
Ἀχιλλεύς
  1. μέμφομαι κἀγὼ πόσει σῷ, κοὐχ ἁπλῶς οὕτω φέρω.
Κλυταιμήστρα
  1. οὐκ ἐπαιδεσθήσομαί γε προσπεσεῖν τὸ σὸν γόνυ,
  2. θνητὸς ἐκ θεᾶς γεγῶτα· τί γὰρ ἐγὼ σεμνύνομαι;
  3. ἢ τίνος σπουδαστέον μοι μᾶλλον ἢ τέκνου πέρι;
  4. ἀλλʼ ἄμυνον, ὦ θεᾶς παῖ, τῇ τʼ ἐμῇ δυσπραξίᾳ
  5. τῇ τε λεχθείσῃ δάμαρτι σῇ — μάτην μέν, ἀλλʼ ὅμως.
  6. σοὶ καταστέψασʼ ἐγώ νιν ἦγον ὡς γαμουμένην,
  7. νῦν δʼ ἐπὶ σφαγὰς κομίζω· σοὶ δʼ ὄνειδος ἵξεται,
  8. ὅστις οὐκ ἤμυνας· εἰ γὰρ μὴ γάμοισιν ἐζύγης,
  9. ἀλλʼ ἐκλήθης γοῦν ταλαίνης παρθένου φίλος πόσις.
  10. πρὸς γενειάδος σε, πρός σε δεξιᾶς, πρὸς μητέρος —
  11. ὄνομα γὰρ τὸ σόν μʼ ἀπώλεσʼ, ᾧ σʼ ἀμυναθεῖν χρεών —
  12. οὐκ ἔχω βωμὸν καταφυγεῖν ἄλλον ἢ τὸ σὸν γόνυ·