Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἐκκάλυπτε νῦν ποθʼ ἡμῖν οὕστινας λέγεις λόγους.
Πρεσβύτης
  1. παῖδα σὴν πατὴρ ὁ φύσας αὐτόχειρ μέλλει κτενεῖν.
Κλυταιμήστρα
  1. πῶς; ἀπέπτυσʼ, ὦ γεραιέ, μῦθον· οὐ γὰρ εὖ φρονεῖς.
Πρεσβύτης
  1. φασγάνῳ λευκὴν φονεύων τῆς ταλαιπώρου δέρην.
Κλυταιμήστρα
  1. ὦ τάλαινʼ ἐγώ. μεμηνὼς ἆρα τυγχάνει πόσις;
Πρεσβύτης
  1. ἀρτίφρων, πλὴν ἐς σὲ καὶ σὴν παῖδα· τοῦτο δʼ οὐ φρονεῖ.
Κλυταιμήστρα
  1. ἐκ τίνος λόγου; τίς αὐτὸν οὑπάγων ἀλαστόρων;
Πρεσβύτης
  1. θέσφαθʼ, ὥς γέ φησι Κάλχας, ἵνα πορεύηται στρατός.
Κλυταιμήστρα
  1. ποῖ; τάλαινʼ ἐγώ, τάλαινα δʼ ἣν πατὴρ μέλλει κτενεῖν.
Πρεσβύτης
  1. Δαρδάνου πρὸς δώμαθʼ, Ἑλένην Μενέλεως ὅπως λάβῃ.
Κλυταιμήστρα
  1. εἰς ἄρʼ Ἰφιγένειαν Ἑλένης νόστος ἦν πεπρωμένος;
Πρεσβύτης
  1. πάντʼ ἔχεις· Ἀρτέμιδι θύσειν παῖδα σὴν μέλλει πατήρ.
Κλυταιμήστρα
  1. ὁ δὲ γάμος τίνʼ εἶχε πρόφασιν, ᾧ μʼ ἐκόμισεν ἐκ δόμων;
Πρεσβύτης
  1. ἵνʼ ἀγάγοις χαίρουσʼ Ἀχιλλεῖ παῖδα νυμφεύσουσα σήν.
Κλυταιμήστρα
  1. ὦ θύγατερ, ἥκεις ἐπʼ ὀλέθρῳ καὶ σὺ καὶ μήτηρ σέθεν.
Πρεσβύτης
  1. οἰκτρὰ πάσχετον δύʼ οὖσαι· δεινὰ δʼ Ἀγαμέμνων ἔτλη.
Κλυταιμήστρα
  1. οἴχομαι τάλαινα, δακρύων τʼ ὄμματʼ οὐκέτι στέγω.
Πρεσβύτης
  1. εἴπερ ἀλγεινὸν τὸ τέκνων στερόμενον, δακρυρρόει.
Κλυταιμήστρα
  1. σὺ δὲ τάδʼ, ὦ γέρον, πόθεν φῂς εἰδέναι πεπυσμένος;
Πρεσβύτης
  1. δέλτον ᾠχόμην φέρων σοι πρὸς τὰ πρὶν γεγραμμένα.