Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- οὐδὲ φίλος οὐδεὶς γελᾷ μοι· τὰ δʼ Ἀγαμέμνονος κλύεις,
- ὠμὰ καὶ πάντολμʼ· ἀφῖγμαι δʼ, ὥσπερ εἰσορᾷς, γυνὴ
- ναυτικὸν στράτευμʼ ἄναρχον κἀπὶ τοῖς κακοῖς θρασύ—
- χρήσιμον δʼ, ὅταν θέλωσιν. ἢν δὲ τολμήσῃς σύ μου
- χεῖρʼ ὑπερτεῖναι, σεσῴσμεθʼ· εἰ δὲ μή, οὐ σεσῴσμεθα.
- δεινὸν τὸ τίκτειν καὶ φέρει φίλτρον μέγα
- πᾶσίν τε κοινὸν ὥσθʼ ὑπερκάμνειν τέκνων.
- ὑψηλόφρων μοι θυμὸς αἴρεται πρόσω·
- ἐπίσταμαι δὲ τοῖς κακοῖσί τʼ ἀσχαλᾶν
- μετρίως τε χαίρειν τοῖσιν ἐξωγκωμένοις.
- λελογισμένοι γὰρ οἱ τοιοίδʼ εἰσὶν βροτῶν
- ὀρθῶς διαζῆν τὸν βίον γνώμης μέτα.
- ἔστιν μὲν οὖν ἵνʼ ἡδὺ μὴ λίαν φρονεῖν,
- ἔστιν δὲ χὥπου χρήσιμον γνώμην ἔχειν.
- ἐγὼ δʼ, ἐν ἀνδρὸς εὐσεβεστάτου τραφεὶς
- Χείρωνος, ἔμαθον τοὺς τρόπους ἁπλοῦς ἔχειν.
- καὶ τοῖς Ἀτρείδαις, ἢν μὲν ἡγῶνται καλῶς,
- πεισόμεθʼ, ὅταν δὲ μὴ καλῶς, οὐ πείσομαι.
- ἀλλʼ ἐνθάδʼ ἐν Τροίᾳ τʼ ἐλευθέραν φύσιν
- παρέχων, Ἄρη τὸ κατʼ ἐμὲ κοσμήσω δορί.