Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἥμεσθʼ ἀπλοίᾳ χρώμενοι κατʼ Αὐλίδα.
- Κάλχας δʼ ὁ μάντις ἀπορίᾳ κεχρημένοις
- ἀνεῖλεν Ἰφιγένειαν ἣν ἔσπειρʼ ἐγὼ
- Ἀρτέμιδι θῦσαι τῇ τόδʼ οἰκούσῃ πέδον,
- καὶ πλοῦν τʼ ἔσεσθαι καὶ κατασκαφὰς Φρυγῶν
- θύσασι, μὴ θύσασι δʼ οὐκ εἶναι τάδε.
- κλύων δʼ ἐγὼ ταῦτʼ, ὀρθίῳ κηρύγματι
- Ταλθύβιον εἶπον πάντʼ ἀφιέναι στρατόν,
- ὡς οὔποτʼ ἂν τλὰς θυγατέρα κτανεῖν ἐμήν.
- οὗ δή μʼ ἀδελφὸς πάντα προσφέρων λόγον
- ἔπεισε τλῆναι δεινά. κἀν δέλτου πτυχαῖς
- γράψας ἔπεμψα πρὸς δάμαρτα τὴν ἐμὴν
- πέμπειν Ἀχιλλεῖ θυγατέρʼ ὡς γαμουμένην,
- τό τʼ ἀξίωμα τἀνδρὸς ἐκγαυρούμενος,
- συμπλεῖν τʼ Ἀχαιοῖς οὕνεκʼ οὐ θέλοι λέγων,
- εἰ μὴ παρʼ ἡμῶν εἶσιν ἐς Φθίαν λέχος·
- πειθὼ γὰρ εἶχον τήνδε πρὸς δάμαρτʼ ἐμήν,
- ψευδῆ συνάψας ἀντὶ παρθένου γάμον.
- μόνοι δʼ Ἀχαιῶν ἴσμεν ὡς ἔχει τάδε
- Κάλχας Ὀδυσσεὺς Μενέλεώς θʼ. ἃ δʼ οὐ καλῶς