Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἔγνων τότʼ, αὖθις μεταγράφω καλῶς πάλιν
- ἐς τήνδε δέλτον, ἣν κατʼ εὐφρόνης σκιὰν
- λύοντα καὶ συνδοῦντά μʼ εἰσεῖδες, γέρον.
- ἀλλʼ εἶα χώρει τάσδʼ ἐπιστολὰς λαβὼν
- πρὸς Ἄργος. ἃ δὲ κέκευθε δέλτος ἐν πτυχαῖς,
- λόγῳ φράσω σοι πάντα τἀγγεγραμμένα·
- πιστὸς γὰρ ἀλόχῳ τοῖς τʼ ἐμοῖς δόμοισιν εἶ.
- Ὦ πρέσβυ, δόμων τῶνδε πάροιθεν
- στεῖχε.
- στείχω. τί δὲ καινουργεῖς,
- Ἀγάμεμνον ἄναξ;
- σπεύσεις;
- σπεύδω.
- μάλα τοι γῆρας τοὐμὸν ἄυπνον
- καὶ ἐπʼ ὀφθαλμοῖς ὀξὺ πάρεστιν.
- τίς ποτʼ ἄρʼ ἀστὴρ ὅδε πορθμεύει;
- Σείριος ἐγγὺς τῆς ἑπταπόρου
- Πλειάδος ᾄσσων ἔτι μεσσήρης.
- οὔκουν φθόγγος γʼ οὔτʼ ὀρνίθων
- οὔτε θαλάσσης· σιγαὶ δʼ ἀνέμων