Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. δίδωσʼ ἑλέσθαι θυγατρὶ μνηστήρων ἕνα,
  2. ὅτου πνοαὶ φέροιεν Ἀφροδίτης φίλαι.
  3. ἣ δʼ εἵλεθʼ, ὅς σφε μήποτʼ ὤφελεν λαβεῖν,
  4. Μενέλαον. ἐλθὼν δʼ ἐκ Φρυγῶν ὁ τὰς θεὰς
  5. κρίνων ὅδʼ, ὡς ὁ μῦθος Ἀργείων ἔχει,
  6. Λακεδαίμονʼ, ἀνθηρὸς μὲν εἱμάτων στολῇ
  7. χρυσῷ δὲ λαμπρός, βαρβάρῳ χλιδήματι,
  8. ἐρῶν ἐρῶσαν ᾤχετʼ ἐξαναρπάσας
  9. Ἑλένην πρὸς Ἴδης βούσταθμʼ, ἔκδημον λαβὼν
  10. Μενέλαον. ὃ δὲ καθʼ Ἑλλάδʼ οἰστρήσας δρόμῳ
  11. ὅρκους παλαιοὺς Τυνδάρεω μαρτύρεται,
  12. ὡς χρὴ βοηθεῖν τοῖσιν ἠδικημένοις.
  13. τοὐντεῦθεν οὖν Ἕλληνες ᾄξαντες δορί,
  14. τεύχη λαβόντες στενόπορʼ Αὐλίδος βάθρα
  15. ἥκουσι τῆσδε, ναυσὶν ἀσπίσιν θʼ ὁμοῦ
  16. ἵπποις τε πολλοῖς ἅρμασίν τʼ ἠσκημένοι.
  17. κἀμὲ στρατηγεῖν κἆτα Μενέλεω χάριν
  18. εἵλοντο, σύγγονόν γε. τἀξίωμα δὲ
  19. ἄλλος τις ὤφελʼ ἀντʼ ἐμοῦ λαβεῖν τόδε.
  20. ἠθροισμένου δὲ καὶ ξυνεστῶτος στρατοῦ