Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ψευδὴς γενομένη καὶ παθοῦσʼ ἀνάξια.
Ἀχιλλεύς
  1. καὶ σοὶ τόδʼ ἐστὶν ἐξ ἐμοῦ· πόσιν δὲ σὸν
  2. στείχω ματεύσων τῶνδε δωμάτων ἔσω.
Πρεσβύτης
  1. ὦ ξένʼ, Αἰακοῦ γένεθλον, μεῖνον· ὦ, σέ τοι λέγω,
  2. τὸν θεᾶς γεγῶτα παῖδα, καὶ σέ, τὴν Λήδας κόρην.
Ἀχιλλεύς
  1. τίς ὁ καλῶν πύλας παροίξας; ὡς τεταρβηκὼς καλεῖ.
Πρεσβύτης
  1. δοῦλος, οὐχ ἁβρύνομαι τῷδʼ· ἡ τύχη γὰρ οὐκ ἐᾷ.
Ἀχιλλεύς
  1. τίνος; ἐμὸς μὲν οὐχί· χωρὶς τἀμὰ καὶ Ἀγαμέμνονος.
Πρεσβύτης
  1. τῆσδε τῆς πάροιθεν οἴκων, Τυνδάρεω δόντος πατρός.
Ἀχιλλεύς
  1. ἕσταμεν· φράζʼ, εἴ τι χρῄζεις, ὧν μʼ ἐπέσχες οὕνεκα.
Πρεσβύτης
  1. ἦ μόνω παρόντε δῆτα ταῖσδʼ ἐφέστατον πύλαις;
Ἀχιλλεύς
  1. ὡς μόνοιν λέγοις ἄν, ἔξω δʼ ἐλθὲ βασιλείων δόμων.
Πρεσβύτης
  1. ὦ Τύχη πρόνοιά θʼ ἡμή, σῴσαθʼ οὓς ἐγὼ θέλω.
Ἀχιλλεύς
  1. ὁ λόγος ἐς μέλλοντʼ ἂν ὤση χρόνον· ἔχει δʼ ὄγκον τινά.
Κλυταιμήστρα
  1. δεξιᾶς ἕκατι μὴ μέλλʼ, εἴ τί μοι χρῄζεις λέγειν.
Πρεσβύτης
  1. οἶσθα δῆτʼ ἔμʼ, ὅστις ὢν σοὶ καὶ τέκνοις εὔνους ἔφυν;
Κλυταιμήστρα
  1. οἶδά σʼ ὄντʼ ἐγὼ παλαιὸν δωμάτων ἐμῶν λάτριν.
Πρεσβύτης
  1. χὥτι μʼ ἐν ταῖς σαῖσι φερναῖς ἔλαβεν Ἀγαμέμνων ἄναξ;
Κλυταιμήστρα
  1. ἦλθες εἰς Ἄργος μεθʼ ἡμῶν καὶ ἐμὸς ἦσθʼ ἀεί ποτε.
Πρεσβύτης
  1. ὧδʼ ἔχει. καὶ σοὶ μὲν εὔνους εἰμί, σῷ δʼ ἧσσον πόσει.