Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. οὐδʼ ἐξ Ἀτρειδῶν ἦλθέ μοι λόγος γάμων.
Κλυταιμήστρα
  1. τί δῆτʼ ἂν εἴη; σὺ πάλιν αὖ λόγους ἐμοὺς
  2. θαύμαζʼ· ἐμοὶ γὰρ θαύματʼ ἐστὶ τὰ παρὰ σοῦ.
Ἀχιλλεύς
  1. εἴκαζε· κοινόν ἐστιν εἰκάζειν τάδε·
  2. ἄμφω γὰρ οὐ ψευδόμεθα τοῖς λόγοις ἴσως.
Κλυταιμήστρα
  1. ἀλλʼ ἦ πέπονθα δεινά; μνηστεύω γάμους
  2. οὐκ ὄντας, ὡς εἴξασιν· αἰδοῦμαι τάδε.
Ἀχιλλεύς
  1. ἴσως ἐκερτόμησε κἀμὲ καὶ σέ τις.
  2. ἀλλʼ ἀμελίᾳ δὸς αὐτὰ καὶ φαύλως φέρε.