Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. χαῖρʼ· οὐ γὰρ ὀρθοῖς ὄμμασίν σʼ ἔτʼ εἰσορῶ,
  2. ψευδὴς γενομένη καὶ παθοῦσʼ ἀνάξια.
Ἀχιλλεύς
  1. καὶ σοὶ τόδʼ ἐστὶν ἐξ ἐμοῦ· πόσιν δὲ σὸν
  2. στείχω ματεύσων τῶνδε δωμάτων ἔσω.
Πρεσβύτης
  1. ὦ ξένʼ, Αἰακοῦ γένεθλον, μεῖνον· ὦ, σέ τοι λέγω,
  2. τὸν θεᾶς γεγῶτα παῖδα, καὶ σέ, τὴν Λήδας κόρην.
Ἀχιλλεύς
  1. τίς ὁ καλῶν πύλας παροίξας; ὡς τεταρβηκὼς καλεῖ.
Πρεσβύτης
  1. δοῦλος, οὐχ ἁβρύνομαι τῷδʼ· ἡ τύχη γὰρ οὐκ ἐᾷ.
Ἀχιλλεύς
  1. τίνος; ἐμὸς μὲν οὐχί· χωρὶς τἀμὰ καὶ Ἀγαμέμνονος.