Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- τί φῄς; ἐγώ σοι δεξιάν; αἰδοίμεθʼ ἂν
- Ἀγαμέμνονʼ, εἰ ψαύοιμεν ὧν μή μοι θέμις.
- θέμις μάλιστα, τὴν ἐμὴν ἐπεὶ γαμεῖς
- παῖδʼ, ὦ θεᾶς παῖ ποντίας Νηρηίδος.
- ποίους γάμους φῄς; ἀφασία μʼ ἔχει, γύναι·
- εἰ μή τι παρανοοῦσα καινουργεῖς λόγον;
- πᾶσιν τόδʼ ἐμπέφυκεν, αἰδεῖσθαι φίλους
- καινοὺς ὁρῶσι καὶ γάμου μεμνημένοις.
- οὐπώποτʼ ἐμνήστευσα παῖδα σήν, γύναι,