Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- προσῆκες· αἰνῶ δʼ ὅτι σέβεις τὸ σωφρονεῖν.
- τίς δʼ εἶ; τί δʼ ἦλθες Δαναϊδῶν ἐς σύλλογον,
- γυνὴ πρὸς ἄνδρας ἀσπίσιν πεφραγμένους;
- Λήδας μέν εἰμι παῖς, Κλυταιμήστρα δέ μοι
- ὄνομα, πόσις δέ μοὐστὶν Ἀγαμέμνων ἄναξ.
- καλῶς ἔλεξας ἐν βραχεῖ τὰ καίρια.
- αἰσχρὸν δέ μοι γυναιξὶ συμβάλλειν λόγους.
- μεῖνον — τί φεύγεις; — δεξιάν τʼ ἐμῇ χερὶ
- σύναψον, ἀρχὴν μακαρίαν νυμφευμάτων.