Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. οὐ καλὸν ἐν ὄχλῳ σʼ ἐξομιλεῖσθαι στρατοῦ.
Κλυταιμήστρα
  1. καλὸν τεκοῦσαν τἀμά μʼ ἐκδοῦναι τέκνα.
Ἀγαμέμνων
  1. καὶ τάς γʼ ἐν οἴκῳ μὴ μόνας εἶναι κόρας.
Κλυταιμήστρα
  1. ὀχυροῖσι παρθενῶσι φρουροῦνται καλῶς.
Ἀγαμέμνων
  1. πιθοῦ.
Κλυταιμήστρα
  1. μὰ τὴν ἄνασσαν Ἀργείαν θεάν.
  2. ἐλθὼν δὲ τἄξω πρᾶσσε, τἀν δόμοις δʼ ἐγώ,
  3. ἃ χρὴ παρεῖναι νυμφίοισι παρθένοις.
Ἀγαμέμνων
  1. οἴμοι· μάτην ᾖξʼ, ἐλπίδος δʼ ἀπεσφάλην,