Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. τί χρῆμα; πείθεσθαι γὰρ εἴθισμαι σέθεν.
Ἀγαμέμνων
  1. ἡμεῖς μὲν ἐνθάδʼ, οὗπέρ ἐσθʼ ὁ νυμφίος—
Κλυταιμήστρα
  1. μητρὸς τί χωρὶς δράσεθʼ, ἃ ἐμὲ δρᾶν χρεών;
Ἀγαμέμνων
  1. ἐκδώσομεν σὴν παῖδα Δαναϊδῶν μέτα.
Κλυταιμήστρα
  1. ἡμᾶς δὲ ποῦ χρὴ τηνικαῦτα τυγχάνειν;
Ἀγαμέμνων
  1. χώρει πρὸς Ἄργος παρθένους τε τημέλει.
Κλυταιμήστρα
  1. λιποῦσα παῖδα; τίς δʼ ἀνασχήσει φλόγα;
Ἀγαμέμνων
  1. ἐγὼ παρέξω φῶς ὃ νυμφίοις πρέπει.
Κλυταιμήστρα
  1. οὐχ ὁ νόμος οὗτος οὐδὲ φαῦλʼ ἡγητέα.