Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἐξ ὀμμάτων δάμαρτʼ ἀποστεῖλαι θέλων.
  2. σοφίζομαι δὲ κἀπὶ τοῖσι φιλτάτοις
  3. τέχνας πορίζω, πανταχῇ νικώμενος.
  4. ὅμως δὲ σὺν Κάλχαντι τῷ θυηπόλῳ
  5. κοινῇ τὸ τῆς θεοῦ φίλον, ἐμοὶ δʼ οὐκ εὐτυχές,
  6. ἐξευπορήσων εἶμι, μόχθον Ἑλλάδος.
  7. χρὴ δʼ ἐν δόμοισιν ἄνδρα τὸν σοφὸν τρέφειν
  8. γυναῖκα χρηστὴν κἀγαθήν, ἢ μὴ τρέφειν.
Χορός
  1. ἥξει δὴ Σιμόεντα καὶ