Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ὅταν σελήνης εὐτυχὴς ἔλθῃ κύκλος.
- προτέλεια δʼ ἤδη παιδὸς ἔσφαξας θεᾷ;
- μέλλω· ʼπὶ ταύτῃ καὶ καθέσταμεν τύχῃ.
- κἄπειτα δαίσεις τοὺς γάμους ἐς ὕστερον;
- θύσας γε θύμαθʼ ἃ ἐμὲ χρὴ θῦσαι θεοῖς.
- ἡμεῖς δὲ θοίνην ποῦ γυναιξὶ θήσομεν;
- ἐνθάδε παρʼ εὐπρύμνοισιν Ἀργείων πλάταις.
- καλῶς ἀναγκαίως τε· συνενέγκοι δʼ ὅμως.
- οἶσθʼ οὖν ὃ δρᾶσον, ὦ γύναι; πιθοῦ δέ μοι.