Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. Χείρων, ἵνʼ ἤθη μὴ μάθοι κακῶν βροτῶν.
Κλυταιμήστρα
  1. φεῦ·
  2. σοφός γʼ ὁ θρέψας χὡ διδοὺς σοφώτερος.
Ἀγαμέμνων
  1. τοιόσδε παιδὸς σῆς ἀνὴρ ἔσται πόσις.
Κλυταιμήστρα
  1. οὐ μεμπτός. οἰκεῖ δʼ ἄστυ ποῖον Ἑλλάδος;
Ἀγαμέμνων
  1. Ἀπιδανὸν ἀμφὶ ποταμὸν ἐν Φθίας ὅροις.
Κλυταιμήστρα
  1. ἐκεῖσʼ ἀπάξει σὴν ἐμήν τε παρθένον;
Ἀγαμέμνων
  1. κείνῳ μελήσει ταῦτα, τῷ κεκτημένῳ.
Κλυταιμήστρα
  1. ἀλλʼ εὐτυχοίτην. τίνι δʼ ἐν ἡμέρᾳ γαμεῖ;