Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- τὰ δʼ Αἰακοῦ παῖς τίς κατέσχε δώματα;
- Πηλεύς· ὁ Πηλεὺς δʼ ἔσχε Νηρέως κόρην.
- θεοῦ διδόντος, ἢ βίᾳ θεῶν λαβών;
- Ζεὺς ἠγγύησε καὶ δίδωσʼ ὁ κύριος.
- γαμεῖ δὲ ποῦ νιν; ἦ κατʼ οἶδμα πόντιον;
- Χείρων ἵνʼ οἰκεῖ σεμνὰ Πηλίου βάθρα.
- οὗ φασι Κενταύρειον ᾠκίσθαι γένος;
- ἐνταῦθʼ ἔδαισαν Πηλέως γάμους θεοί.
- Θέτις δʼ ἔθρεψεν ἢ πατὴρ Ἀχιλλέα;