Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- [*](τὰ τοῦ δράματος πρόσωπαἈγαμέμνωνΠρεσβύτηςΧορόςΜενέλαοςἌγγελος αʹΚλυταιμήστραἸφιγένειαἈχιλλεύςἌγγελος βʹ)
Ἀγαμέμνων - Ἐγένοντο Λήδᾳ Θεστιάδι τρεῖς παρθένοι,
- Φοίβη Κλυταιμήστρα τʼ, ἐμὴ ξυνάορος,
- Ἑλένη τε· ταύτης οἱ τὰ πρῶτʼ ὠλβισμένοι
- μνηστῆρες ἦλθον Ἑλλάδος νεανίαι.
- δειναὶ δʼ ἀπειλαὶ καὶ κατʼ ἀλλήλων φόνος
- ξυνίσταθʼ, ὅστις μὴ λάβοι τὴν παρθένον.
- τὸ πρᾶγμα δʼ ἀπόρως εἶχε Τυνδάρεῳ πατρί,
- δοῦναί τε μὴ δοῦναί τε, τῆς τύχης ὅπως
- ἅψαιτʼ ἄριστα. καί νιν εἰσῆλθεν τάδε·
- ὅρκους συνάψαι δεξιάς τε συμβαλεῖν
- μνηστῆρας ἀλλήλοισι καὶ διʼ ἐμπύρων
- σπονδὰς καθεῖναι κἀπαράσασθαι τάδε·
- ὅτου γυνὴ γένοιτο Τυνδαρὶς κόρη,
- τούτῳ ξυναμυνεῖν, εἴ τις ἐκ δόμων λαβὼν
- οἴχοιτο τόν τʼ ἔχοντʼ ἀπωθοίη λέχους,
- κἀπιστρατεύσειν καὶ κατασκάψειν πόλιν
- Ἕλληνʼ ὁμοίως βάρβαρόν θʼ ὅπλων μέτα.
- ἐπεὶ δʼ ἐπιστώθησαν — εὖ δέ πως γέρων
- ὑπῆλθεν αὐτοὺς Τυνδάρεως πυκνῇ φρενί —