Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- θῦσαί με θυσίαν πρῶτα δεῖ τινʼ ἐνθάδε.
- ἀλλὰ ξὺν ἱεροῖς χρὴ τό γʼ εὐσεβὲς σκοπεῖν.
- εἴσῃ σύ· χερνίβων γὰρ ἑστήξῃ πέλας.
- στήσομεν ἄρʼ ἀμφὶ βωμόν, ὦ πάτερ, χορούς;
- ζηλῶ σὲ μᾶλλον ἢ ʼμὲ τοῦ μηδὲν φρονεῖν.
- χώρει δὲ μελάθρων ἐντός — ὀφθῆναι κόραις
- πικρόν — φίλημα δοῦσα δεξιάν τέ μοι,
- μέλλουσα δαρὸν πατρὸς ἀποικήσειν χρόνον.
- ὦ στέρνα καὶ παρῇδες, ὦ ξανθαὶ κόμαι,