Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. εἰς ταὐτόν, ὦ θύγατερ, ἥκεις σῷ πατρί.
Ἰφιγένεια
  1. φεῦ·
  2. εἴθʼ ἦν καλόν μοι σοί τʼ ἄγειν σύμπλουν ἐμέ.
Ἀγαμέμνων
  1. ἔτʼ ἔστι καὶ σοὶ πλοῦς, ἵνʼ ἀμμνήσῃ πατρός.
Ἰφιγένεια
  1. σὺν μητρὶ πλεύσασʼ ἢ μόνη πορεύσομαι;
Ἀγαμέμνων
  1. μόνη, μονωθεῖσʼ ἀπὸ πατρὸς καὶ μητέρος.
Ἰφιγένεια
  1. οὔ πού μʼ ἐς ἄλλα δώματʼ οἰκίζεις, πάτερ;
Ἀγαμέμνων
  1. ἐατέʼ· οὐ χρὴ τοιάδʼ εἰδέναι κόρας.
Ἰφιγένεια
  1. σπεῦδʼ ἐκ Φρυγῶν μοι, θέμενος εὖ τἀκεῖ, πάτερ.