Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ὡς ἄχθος ὑμῖν ἐγένεθʼ ἡ Φρυγῶν πόλις
- Ἑλένη τε. — παύω τοὺς λόγους· ταχεῖα γὰρ
- νοτὶς διώκει μʼ ὀμμάτων ψαύσαντά σου.
- ἴθʼ ἐς μέλαθρα. σὲ δὲ παραιτοῦμαι τάδε,
- Λήδας γένεθλον, εἰ κατῳκτίσθην ἄγαν,
- μέλλων Ἀχιλλεῖ θυγατέρʼ ἐκδώσειν ἐμήν.
- ἀποστολαὶ γὰρ μακάριαι μέν, ἀλλʼ ὅμως
- δάκνουσι τοὺς τεκόντας, ὅταν ἄλλοις δόμοις
- παῖδας παραδιδῷ πολλὰ μοχθήσας πατήρ.