Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- μένʼ, ὦ πάτερ, κατʼ οἶκον ἐπὶ τέκνοις σέθεν.
- θέλω γε· τὸ θέλειν δʼ οὐκ ἔχων ἀλγύνομαι.
- ὄλοιντο λόγχαι καὶ τὰ Μενέλεω κακά.
- ἄλλους ὀλεῖ πρόσθʼ ἃ ἐμὲ διολέσαντʼ ἔχει.
- ὡς πολὺν ἀπῆσθα χρόνον ἐν Αὐλίδος μυχοῖς.
- καὶ νῦν γέ μʼ ἴσχει δή τι μὴ στέλλειν στρατόν.
- ποῦ τοὺς Φρύγας λέγουσιν ᾠκίσθαι, πάτερ;
- οὗ μήποτʼ οἰκεῖν ὤφελʼ ὁ Πριάμου Πάρις.
- μακρὰν ἀπαίρεις, ὦ πάτερ, λιπὼν ἐμέ.