Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἀλλʼ εἰμὶ παρὰ σοὶ νῦν ἅπας κοὐκ ἄλλοθι.
Ἰφιγένεια
  1. μέθες νυν ὀφρὺν ὄμμα τʼ ἔκτεινον φίλον.
Ἀγαμέμνων
  1. ἰδού, γέγηθά σʼ ὡς γέγηθʼ ὁρῶν, τέκνον.
Ἰφιγένεια
  1. κἄπειτα λείβεις δάκρυʼ ἀπʼ ὀμμάτων σέθεν;
Ἀγαμέμνων
  1. μακρὰ γὰρ ἡμῖν ἡ ʼπιοῦσʼ ἀπουσία.
Ἰφιγένεια
  1. οὐκ οἶδʼ ὅ τι φῄς, οὐκ οἶδα, φίλτατʼ ἐμοὶ πάτερ.
Ἀγαμέμνων
  1. συνετὰ λέγουσα μᾶλλον εἰς οἶκτόν μʼ ἄγεις.
Ἰφιγένεια
  1. ἀσύνετά νυν ἐροῦμεν, εἰ σέ γʼ εὐφρανῶ.
Ἀγαμέμνων
  1. παπαῖ. τὸ σιγᾶν οὐ σθένω· σὲ δʼ ᾔνεσα.