Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- μάλιστα παίδων τῷδʼ ὅσους ἐγὼ ʼτεκον.
- ὦ πάτερ, ἐσεῖδόν σʼ ἀσμένη πολλῷ χρόνῳ.
- καὶ γὰρ πατὴρ σέ· τόδʼ ἴσον ὑπὲρ ἀμφοῖν λέγεις.
- χαῖρʼ· εὖ δέ μʼ ἀγαγὼν πρὸς σʼ ἐποίησας, πάτερ.
- οὐκ οἶδʼ ὅπως φῶ τοῦτο καὶ μὴ φῶ, τέκνον.
- ἔα·
- ὡς οὐ βλέπεις ἕκηλον ἄσμενός μʼ ἰδών.
- πόλλʼ ἀνδρὶ βασιλεῖ καὶ στρατηλάτῃ μέλει.
- παρʼ ἐμοὶ γενοῦ νῦν, μὴ ʼπὶ φροντίδας τρέπου.