Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. καὶ — δεῦρο δὴ — πατέρα πρόσειπε σὸν φίλον.
Ἰφιγένεια
  1. ὦ μῆτερ, ὑποδραμοῦσά σʼ· ὀργισθῇς δὲ μή·
  2. πρὸς στέρνα πατρὸς στέρνα τἀμὰ περιβαλῶ.
Κλυταιμήστρα
  1. ὦ σέβας ἐμοὶ μέγιστον, Ἀγαμέμνων ἄναξ,
  2. ἥκομεν, ἐφετμαῖς οὐκ ἀπιστοῦσαι σέθεν.
Ἰφιγένεια
  1. ἐγὼ δὲ βούλομαι τὰ σὰ στέρνʼ, ὦ πάτερ,
  2. ὑποδραμοῦσα προσβαλεῖν διὰ χρόνου·
  3. ποθῶ γὰρ ὄμμα δὴ σόν. ὀργισθῇς δὲ μή.
Κλυταιμήστρα
  1. ἀλλʼ, ὦ τέκνον, χρή· φιλοπάτωρ δʼ ἀεί ποτʼ εἶ