Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. θεοί γʼ οἱ κρείσσους οἵ τʼ ὀλβοφόροι
  2. τοῖς οὐκ εὐδαίμοσι θνητῶν.
Χορός
  1. στῶμεν, Χαλκίδος ἔκγονα θρέμματα,
  2. τὴν βασίλειαν δεξώμεθʼ ὄχων
  3. ἄπο μὴ σφαλερῶς ἐπὶ γαῖαν,
  4. ἀγανῶς δὲ χεροῖν μαλακῇ ῥώμῃ,
  5. μὴ ταρβήσῃ νεωστί μοι μολὸν
  6. κλεινὸν τέκνον Ἀγαμέμνονος,
  7. μηδὲ θόρυβον μηδʼ ἔκπληξιν
  8. ταῖς Ἀργείαις
  9. ξεῖναι ξείναις παρέχωμεν.
Κλυταιμήστρα
  1. ὄρνιθα μὲν τόνδʼ αἴσιον ποιούμεθα,
  2. τὸ σόν τε χρηστὸν καὶ λόγων εὐφημίαν·
  3. ἐλπίδα δʼ ἔχω τινʼ ὡς ἐπʼ ἐσθλοῖσιν γάμοις
  4. πάρειμι νυμφαγωγός. ἀλλʼ ὀχημάτων
  5. ἔξω πορεύεθʼ ἃς φέρω φερνὰς κόρῃ,
  6. καὶ πέμπετʼ ἐς μέλαθρον εὐλαβούμενοι.
  7. σὺ δʼ, ὦ τέκνον μοι, λεῖπε πωλικοὺς ὄχους,
  8. ἁβρὸν τιθεῖσα κῶλον ἀσθενές θʼ ἅμα.
  9. ὑμεῖς δέ, νεάνιδές, νιν ἀγκάλαις ἔπι