Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. δέξασθε καὶ πορεύσατʼ ἐξ ὀχημάτων.
  2. κἀμοὶ χερός τις ἐνδότω στηρίγματα,
  3. θάκους ἀπήνης ὡς ἂν ἐκλίπω καλῶς.
  4. αἳ δʼ ἐς τὸ πρόσθεν στῆτε πωλικῶν ζυγῶν·
  5. φοβερὸν γὰρ ἀπαράμυθον ὄμμα πωλικόν·
  6. καὶ παῖδα τόνδε, τὸν Ἀγαμέμνονος γόνον,
  7. λάζυσθʼ, Ὀρέστην· ἔτι γάρ ἐστι νήπιος.
  8. τέκνον, καθεύδεις πωλικῷ δαμεὶς ὄχῳ;
  9. ἔγειρʼ ἀδελφῆς ἐφʼ ὑμέναιον εὐτυχῶς·
  10. ἀνδρὸς γὰρ ἀγαθοῦ κῆδος αὐτὸς ἐσθλὸς ὢν
  11. λήψῃ, κόρης Νηρῇδος ἰσόθεον γένος.
  12. ἑξῆς κάθησο δεῦρό μου ποδός, τέκνον·
  13. πρὸς μητέρʼ, Ἰφιγένεια, μακαρίαν δέ με
  14. ξέναισι ταῖσδε πλησία σταθεῖσα δός,
  15. καὶ — δεῦρο δὴ — πατέρα πρόσειπε σὸν φίλον.
Ἰφιγένεια
  1. ὦ μῆτερ, ὑποδραμοῦσά σʼ· ὀργισθῇς δὲ μή·
  2. πρὸς στέρνα πατρὸς στέρνα τἀμὰ περιβαλῶ.
Κλυταιμήστρα
  1. ὦ σέβας ἐμοὶ μέγιστον, Ἀγαμέμνων ἄναξ,
  2. ἥκομεν, ἐφετμαῖς οὐκ ἀπιστοῦσαι σέθεν.
Ἰφιγένεια
  1. ἐγὼ δὲ βούλομαι τὰ σὰ στέρνʼ, ὦ πάτερ,