Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. βάρβαρα συρίζων, Φρυγίων
  2. αὐλῶν Ὀλύμπου καλάμοις
  3. μιμήματα πνείων.
  4. εὔθηλοι δὲ τρέφοντο βόες,
  5. ὅτε σε κρίσις ἔμηνε θεᾶν,
  6. ἅ σʼ Ἑλλάδα πέμπει·
  7. ἐλεφαντοδέτων πάροι-
  8. θεν δόμων δὲ στὰς Ἑλένας
  9. ἐν ἀντωποῖς βλεφάροισιν
  10. ἔρωτά τʼ ἔδωκας, ἔρωτι δʼ
  11. αὐτὸς ἐπτοάθης.
  12. ὅθεν ἔρις ἔριν
  13. Ἑλλάδα σὺν δορὶ ναυσί τʼ ἄγει
  14. ἐς Τροίας πέργαμα ---
Χορός ανδρων Αργειων
  1. ἰὼ ἰώ· μεγάλαι μεγάλων
  2. εὐδαιμονίαι· τὴν τοῦ βασιλέως
  3. ἴδετʼ Ἰφιγένειαν, ἄνασσαν ἐμήν,
  4. τὴν Τυνδάρεω τε Κλυταιμήστραν·
  5. ὡς ἐκ μεγάλων ἐβλαστήκασʼ
  6. ἐπί τʼ εὐμήκεις ἥκουσι τύχας.