Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- καὶ μετέχοιμι τᾶς Ἀφροδί-
- τας, πολλὰν δʼ ἀποθείμαν.
- —διάφοροι δὲ φύσεις βροτῶν,
- διάφοροι δὲ τρόποι· τὸ δʼ ὀρ-
- θῶς ἐσθλὸν σαφὲς αἰεί·
- τροφαί θʼ αἱ παιδευόμεναι
- μέγα φέρουσʼ ἐς τὰν ἀρετάν·
- τό τε γὰρ αἰδεῖσθαι σοφία,
- τάν τʼ ἐξαλλάσσουσαν ἔχει
- χάριν ὑπὸ γνώμας ἐσορᾶν
- τὸ δέον, ἔνθα δόξα φέρει
- κλέος ἀγήρατον βιοτᾷ.
- μέγα τι θηρεύειν ἀρετάν,
- γυναιξὶ μὲν κατὰ Κύπριν
- κρυπτάν, ἐν ἀνδράσι δʼ αὖ
- κόσμος ἐνὼν ὁ μυριοπλη-
- θὴς μείζω πόλιν αὔξει.
- —ἔμολες, ὦ Πάρις, ᾗτε σύ γε
- βουκόλος ἀργενναῖς ἐτράφης
- Ἰδαίαις παρὰ μόσχοις,