Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- τοιαῦτα τἀμὰ πήματʼ· ὦ τάλας ἐγώ,
- ὡς ἠπόρημαι πρὸς θεῶν τὰ νῦν τάδε.
- ἕν μοι φύλαξον, Μενέλεως, ἀνὰ στρατὸν
- ἐλθών, ὅπως ἂν μὴ Κλυταιμήστρα τάδε
- μάθῃ, πρὶν Ἅιδῃ παῖδʼ ἐμὴν προσθῶ λαβών,
- ὡς ἐπʼ ἐλαχίστοις δακρύοις πράσσω κακῶς.
- ὑμεῖς τε σιγήν, ὦ ξέναι, φυλάσσετε.
- —μάκαρες οἳ μετρίας θεοῦ
- μετά τε σωφροσύνας μετέ-
- σχον λέκτρων Ἀφροδίτας,
- γαλανείᾳ χρησάμενοι
- μανιάδων οἴστρων, ὅθι δὴ
- δίδυμʼ Ἔρως ὁ χρυσοκόμας
- τόξʼ ἐντείνεται χαρίτων,
- τὸ μὲν ἐπʼ εὐαίωνι πότμῳ,
- τὸ δʼ ἐπὶ συγχύσει βιοτᾶς.
- ἀπενέπω νιν ἁμετέρων,
- Κύπρι καλλίστα, θαλάμων.
- εἴη δέ μοι μετρία μὲν
- χάρις, πόθοι δʼ ὅσιοι,