Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. λάθοιμι τοῦτʼ ἄν. ἀλλʼ ἐκεῖνʼ οὐ λήσομεν.
Μενέλαος
  1. τὸ ποῖον; οὔτοι χρὴ λίαν ταρβεῖν ὄχλον.
Ἀγαμέμνων
  1. Κάλχας ἐρεῖ μαντεύματʼ Ἀργείων στρατῷ.
Μενέλαος
  1. οὔκ, ἢν θάνῃ γε πρόσθε· τοῦτο δʼ εὐμαρές.
Ἀγαμέμνων
  1. τὸ μαντικὸν πᾶν σπέρμα φιλότιμον κακόν.
Μενέλαος
  1. κοὐδέν γʼ ἄχρηστον, οὐδὲ χρήσιμον παρόν.
Ἀγαμέμνων
  1. ἐκεῖνο δʼ οὐ δέδοικας ὃ ἔμʼ ἐσέρχεται;
Μενέλαος
  1. ὃν μὴ σὺ φράζεις, πῶς ὑπολάβοιμʼ ἂν λόγον;
Ἀγαμέμνων
  1. τὸ Σισύφειον σπέρμα πάντʼ οἶδεν τάδε.
Μενέλαος
  1. οὐκ ἔστʼ Ὀδυσσεὺς ὅ τι σὲ κἀμὲ πημανεῖ.
Ἀγαμέμνων
  1. ποικίλος ἀεὶ πέφυκε τοῦ τʼ ὄχλου μέτα.
Μενέλαος
  1. φιλοτιμίᾳ μὲν ἐνέχεται, δεινῷ κακῷ.
Ἀγαμέμνων
  1. οὐκ οὖν δοκεῖς νιν στάντʼ ἐν Ἀργείοις μέσοις
  2. λέξειν ἃ Κάλχας θέσφατʼ ἐξηγήσατο,
  3. κἄμʼ ὡς ὑπέστην θῦμα, κᾆτʼ ἐψευδόμην,
  4. Ἀρτέμιδι θύσειν; οὐ ξυναρπάσας στρατόν,
  5. σὲ κἄμʼ ἀποκτείναντας Ἀργείους κόρην
  6. σφάξαι κελεύσει; κἂν πρὸς Ἄργος ἐκφύγω,
  7. ἐλθόντες αὐτοῖς τείχεσιν Κυκλωπίοις
  8. συναρπάσουσι καὶ κατασκάψουσι γῆν.