Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. σὺ δʼ ὄμμα παῦσαι δακρύοις τέγγων τὸ σόν,
  2. ἀδελφέ, κἀμὲ παρακαλῶν ἐς δάκρυα.
  3. εἰ δέ τι κόρης σῆς θεσφάτων μέτεστι σοί,
  4. μὴ ʼμοὶ μετέστω· σοὶ νέμω τοὐμὸν μέρος.
  5. ἀλλʼ ἐς μεταβολὰς ἦλθον ἀπὸ δεινῶν λόγων;
  6. εἰκὸς πέπονθα· τὸν ὁμόθεν πεφυκότα
  7. στέργων μετέπεσον. ἀνδρὸς οὐ κακοῦ τροπαὶ
  8. τοιαίδε, χρῆσθαι τοῖσι βελτίστοις ἀεί.
Χορός
  1. γενναῖʼ ἔλεξας Ταντάλῳ τε τῷ Διὸς
  2. πρέποντα· προγόνους οὐ καταισχύνεις σέθεν.
Ἀγαμέμνων
  1. αἰνῶ σε, Μενέλαʼ, ὅτι παρὰ γνώμην ἐμὴν
  2. ὑπέθηκας ὀρθῶς τοὺς λόγους σοῦ τʼ ἀξίως.
  3. ταραχὴ δʼ ἀδελφῶν διά τʼ ἔρωτα γίγνεται
  4. πλεονεξίαν τε δωμάτων· ἀπέπτυσα
  5. τοιάνδε συγγένειαν ἀλλήλοιν πικράν.
  6. ἀλλʼ ἥκομεν γὰρ εἰς ἀναγκαίας τύχας,
  7. θυγατρὸς αἱματηρὸν ἐκπρᾶξαι φόνον.
Μενέλαος
  1. πῶς; τίς δʼ ἀναγκάσει σε τήν γε σὴν κτανεῖν;
Ἀγαμέμνων
  1. ἅπας Ἀχαιῶν σύλλογος στρατεύματος.
Μενέλαος
  1. οὔκ, ἤν νιν εἰς Ἄργος γʼ ἀποστείλῃς πάλιν.