Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- καὶ μὴ ʼπίτηδες μηδέν, ἀλλʼ ὅσον φρονῶ.
- ἐγώ σʼ ἀπʼ ὄσσων ἐκβαλόντʼ ἰδὼν δάκρυ
- ᾤκτιρα, καὐτὸς ἀνταφῆκά σοι πάλιν
- καὶ τῶν παλαιῶν ἐξαφίσταμαι λόγων,
- οὐκ ἐς σὲ δεινός· εἰμὶ δʼ οὗπερ εἶ σὺ νῦν·
- καί σοι παραινῶ μήτʼ ἀποκτείνειν τέκνον
- μήτʼ ἀνθελέσθαι τοὐμόν. οὐ γὰρ ἔνδικον
- σὲ μὲν στενάζειν, τἀμὰ δʼ ἡδέως ἔχειν,
- θνῄσκειν τε τοὺς σούς, τοὺς δʼ ἐμοὺς ὁρᾶν φάος.
- τί βούλομαι γάρ; οὐ γάμους ἐξαιρέτους
- ἄλλους λάβοιμʼ ἄν, εἰ γάμων ἱμείρομαι;
- ἀλλʼ ἀπολέσας ἀδελφόν, ὅν μʼ ἥκιστα χρῆν,
- Ἑλένην ἕλωμαι, τὸ κακὸν ἀντὶ τἀγαθοῦ;
- ἄφρων νέος τʼ ἦ, πρὶν τὰ πράγματʼ ἐγγύθεν
- σκοπῶν ἐσεῖδον οἷον ἦν κτείνειν τέκνα.
- ἄλλως τέ μʼ ἔλεος τῆς ταλαιπώρου κόρης
- ἐσῆλθε, συγγένειαν ἐννοουμένῳ,
- ἣ τῶν ἐμῶν ἕκατι θύεσθαι γάμων
- μέλλει. τί δʼ Ἑλένης παρθένῳ τῇ σῇ μέτα;
- ἴτω στρατεία διαλυθεῖσʼ ἐξ Αὐλίδος,