Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἄλλους λάβοιμʼ ἄν, εἰ γάμων ἱμείρομαι;
  2. ἀλλʼ ἀπολέσας ἀδελφόν, ὅν μʼ ἥκιστα χρῆν,
  3. Ἑλένην ἕλωμαι, τὸ κακὸν ἀντὶ τἀγαθοῦ;
  4. ἄφρων νέος τʼ ἦ, πρὶν τὰ πράγματʼ ἐγγύθεν
  5. σκοπῶν ἐσεῖδον οἷον ἦν κτείνειν τέκνα.
  6. ἄλλως τέ μʼ ἔλεος τῆς ταλαιπώρου κόρης
  7. ἐσῆλθε, συγγένειαν ἐννοουμένῳ,
  8. ἣ τῶν ἐμῶν ἕκατι θύεσθαι γάμων
  9. μέλλει. τί δʼ Ἑλένης παρθένῳ τῇ σῇ μέτα;