Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἐγώ σʼ ἀπʼ ὄσσων ἐκβαλόντʼ ἰδὼν δάκρυ
- ᾤκτιρα, καὐτὸς ἀνταφῆκά σοι πάλιν
- καὶ τῶν παλαιῶν ἐξαφίσταμαι λόγων,
- οὐκ ἐς σὲ δεινός· εἰμὶ δʼ οὗπερ εἶ σὺ νῦν·
- καί σοι παραινῶ μήτʼ ἀποκτείνειν τέκνον
- μήτʼ ἀνθελέσθαι τοὐμόν. οὐ γὰρ ἔνδικον
- σὲ μὲν στενάζειν, τἀμὰ δʼ ἡδέως ἔχειν,
- θνῄσκειν τε τοὺς σούς, τοὺς δʼ ἐμοὺς ὁρᾶν φάος.
- τί βούλομαι γάρ; οὐ γάμους ἐξαιρέτους