Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἴτω στρατεία διαλυθεῖσʼ ἐξ Αὐλίδος,
  2. σὺ δʼ ὄμμα παῦσαι δακρύοις τέγγων τὸ σόν,
  3. ἀδελφέ, κἀμὲ παρακαλῶν ἐς δάκρυα.
  4. εἰ δέ τι κόρης σῆς θεσφάτων μέτεστι σοί,
  5. μὴ ʼμοὶ μετέστω· σοὶ νέμω τοὐμὸν μέρος.
  6. ἀλλʼ ἐς μεταβολὰς ἦλθον ἀπὸ δεινῶν λόγων;
  7. εἰκὸς πέπονθα· τὸν ὁμόθεν πεφυκότα
  8. στέργων μετέπεσον. ἀνδρὸς οὐ κακοῦ τροπαὶ
  9. τοιαίδε, χρῆσθαι τοῖσι βελτίστοις ἀεί.