Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. γήμας ὁ Πριάμου Πάρις, ὃς εἴργασται τάδε.
Χορός
  1. κἀγὼ κατῴκτιρʼ, ὡς γυναῖκα δεῖ ξένην
  2. ὑπὲρ τυράννων συμφορᾶς καταστένειν.
Μενέλαος
  1. ἀδελφέ, δός μοι δεξιᾶς τῆς σῆς θιγεῖν.
Ἀγαμέμνων
  1. δίδωμι· σὸν γὰρ τὸ κράτος, ἄθλιος δʼ ἐγώ.
Μενέλαος
  1. Πέλοπα κατόμνυμʼ, ὃς πατὴρ τοὐμοῦ πατρὸς
  2. τοῦ σοῦ τʼ ἐκλήθη, τὸν τεκόντα τʼ Ἀτρέα,
  3. ἦ μὴν ἐρεῖν σοι τἀπὸ καρδίας σαφῶς
  4. καὶ μὴ ʼπίτηδες μηδέν, ἀλλʼ ὅσον φρονῶ.