Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. καὶ γάρ μʼ ἀπώλεσʼ ἐπὶ κακοῖς ἅ μοι πάρος
  2. ἐλθοῦσʼ ἄκλητος. εἰκότως δʼ ἅμʼ ἕσπετο
  3. θυγατρὶ νυμφεύσουσα καὶ τὰ φίλτατα
  4. δώσουσʼ, ἵνʼ ἡμᾶς ὄντας εὑρήσει κακούς.
  5. τὴν δʼ αὖ τάλαιναν παρθένον — τί παρθένον;
  6. Ἅιδης νιν, ὡς ἔοικε, νυμφεύσει τάχα —
  7. ὡς ᾤκτισʼ· οἶμαι γάρ νιν ἱκετεύσειν τάδε·
  8. Ὦ πάτερ, ἀποκτενεῖς με; τοιούτους γάμους
  9. γήμειας αὐτὸς χὥστις ἐστί σοι φίλος.
  10. παρὼν δʼ Ὀρέστης ἐγγὺς ἀναβοήσεται
  11. οὐ συνετὰ συνετῶς· ἔτι γάρ ἐστι νήπιος.
  12. αἰαῖ, τὸν Ἑλένης ὥς μʼ ἀπώλεσεν γάμον
  13. γήμας ὁ Πριάμου Πάρις, ὃς εἴργασται τάδε.
Χορός
  1. κἀγὼ κατῴκτιρʼ, ὡς γυναῖκα δεῖ ξένην
  2. ὑπὲρ τυράννων συμφορᾶς καταστένειν.
Μενέλαος
  1. ἀδελφέ, δός μοι δεξιᾶς τῆς σῆς θιγεῖν.
Ἀγαμέμνων
  1. δίδωμι· σὸν γὰρ τὸ κράτος, ἄθλιος δʼ ἐγώ.
Μενέλαος
  1. Πέλοπα κατόμνυμʼ, ὃς πατὴρ τοὐμοῦ πατρὸς
  2. τοῦ σοῦ τʼ ἐκλήθη, τὸν τεκόντα τʼ Ἀτρέα,
  3. ἦ μὴν ἐρεῖν σοι τἀπὸ καρδίας σαφῶς