Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- στεφανοῦσθε κρᾶτα καὶ σύ, Μενέλεως ἄναξ,
- ὑμέναιον εὐτρέπιζε καὶ κατὰ στέγας
- λωτὸς βοάσθω καὶ ποδῶν ἔστω κτύπος·
- φῶς γὰρ τόδʼ ἥκει μακάριον τῇ παρθένῳ.
- ἐπῄνεσʼ, ἀλλὰ στεῖχε δωμάτων ἔσω·
- τὰ δʼ ἄλλʼ ἰούσης τῆς τύχης ἔσται καλῶς.
- οἴμοι, τί φῶ δύστηνος; ἄρξωμαι πόθεν;
- ἐς οἷʼ ἀνάγκης ζεύγματʼ ἐμπεπτώκαμεν.
- ὑπῆλθε δαίμων, ὥστε τῶν σοφισμάτων
- πολλῷ γενέσθαι τῶν ἐμῶν σοφώτερος.
- ἡ δυσγένεια δʼ ὡς ἔχει τι χρήσιμον.
- καὶ γὰρ δακρῦσαι ῥᾳδίως αὐτοῖς ἔχει,
- ἅπαντά τʼ εἰπεῖν. τῷ δὲ γενναίῳ φύσιν
- ἄνολβα ταῦτα. προστάτην δὲ τοῦ βίου
- τὸν ὄγκον ἔχομεν τῷ τʼ ὄχλῳ δουλεύομεν.
- ἐγὼ γὰρ ἐκβαλεῖν μὲν αἰδοῦμαι δάκρυ,
- τὸ μὴ δακρῦσαι δʼ αὖθις αἰδοῦμαι τάλας,
- ἐς τὰς μεγίστας συμφορὰς ἀφιγμένος.
- εἶἑν· τί φήσω πρὸς δάμαρτα τὴν ἐμήν;
- πῶς δέξομαί νιν; ποῖον ὄμμα συμβαλῶ;