Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἣν Ἰφιγένειαν ὠνόμαζες ἐν δόμοις.
- μήτηρ δʼ ὁμαρτεῖ, σῆς Κλυταιμήστρας δέμας,
- καὶ παῖς Ὀρέστης, ὥς τι τερφθείης ἰδών,
- χρόνον παλαιὸν δωμάτων ἔκδημος ὤν.
- ἀλλʼ ὡς μακρὰν ἔτεινον, εὔρυτον παρὰ
- κρήνην ἀναψύχουσι θηλύπουν βάσιν,
- αὐταί τε πῶλοί τʼ· ἐς δὲ λειμώνων χλόην
- καθεῖμεν αὐτάς, ὡς βορᾶς γευσαίατο.
- ἐγὼ δὲ πρόδρομος σῆς παρασκευῆς χάριν
- ἥκω· πέπυσται γὰρ στρατός — ταχεῖα γὰρ
- διῇξε φήμη — παῖδα σὴν ἀφιγμένην.
- πᾶς δʼ ἐς θένα ὅμιλος ἔρχεται δρόμῳ,
- σὴν παῖδʼ ὅπως ἴδωσιν· οἱ δʼ εὐδαίμονες
- ἐν πᾶσι κλεινοὶ καὶ περίβλεπτοι βροτοῖς.
- λέγουσι δʼ· Ὑμέναιός τις ἢ τί πράσσεται;
- ἢ πόθον ἔχων θυγατρὸς Ἀγαμέμνων ἄναξ
- ἐκόμισε παῖδα; τῶν δʼ ἂν ἤκουσας τάδε·
- Ἀρτέμιδι προτελίζουσι τὴν νεάνιδα,
- Αὐλίδος ἀνάσσῃ. τίς νιν ἄξεταί ποτε;
- ἀλλʼ εἶα, τἀπὶ τοισίδʼ ἐξάρχου κανᾶ,