Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. παρὰ δίκην ἔσται κακίστης εὔνιδος τιμωρίᾳ,
  2. ἐμὲ δὲ συντήξουσι νύκτες ἡμέραι τε δακρύοις,
  3. ἄνομα δρῶντα κοὐ δίκαια παῖδας οὓς ἐγεινάμην.
  4. ταῦτά σοι βραχέα λέλεκται καὶ σαφῆ καὶ ῥᾴδια·
  5. εἰ δὲ μὴ βούλῃ φρονεῖν εὖ, τἄμʼ ἐγὼ θήσω καλῶς.
Χορός
  1. οἵδʼ αὖ διάφοροι τῶν πάρος λελεγμένων
  2. μύθων, καλῶς δʼ ἔχουσι, φείδεσθαι τέκνων.
Μενέλαος
  1. αἰαῖ, φίλους ἄρʼ οὐχὶ κεκτήμην τάλας.
Ἀγαμέμνων
  1. εἰ τοὺς φίλους γε μὴ θέλεις ἀπολλύναι.
Μενέλαος
  1. δείξεις δὲ ποῦ μοι πατρὸς ἐκ ταὐτοῦ γεγώς;
Ἀγαμέμνων
  1. συνσωφρονεῖν σοι βούλομʼ, ἀλλʼ οὐ συννοσεῖν.
Μενέλαος
  1. ἐς κοινὸν ἀλγεῖν τοῖς φίλοισι χρὴ φίλους.
Ἀγαμέμνων
  1. εὖ δρῶν παρακάλει μʼ, ἀλλὰ μὴ λυπῶν ἐμέ.
Μενέλαος
  1. οὐκ ἄρα δοκεῖ σοι τάδε πονεῖν σὺν Ἑλλάδι;
Ἀγαμέμνων
  1. Ἑλλὰς δὲ σὺν σοὶ κατὰ θεὸν νοσεῖ τινα.
Μενέλαος
  1. σκήπτρῳ νυν αὔχει, σὸν κασίγνητον προδούς.
  2. ἐγὼ δʼ ἐπʼ ἄλλας εἶμι μηχανάς τινας
  3. φίλους τʼ ἐπʼ ἄλλους —
Αγγελος Α
  1. ὦ Πανελλήνων ἄναξ,
  2. Ἀγάμεμνον, ἥκω παῖδά σοι τὴν σὴν ἄγων,