Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- βούλομαί σʼ εἰπεῖν κακῶς εὖ, βραχέα, μὴ λίαν ἄνω
- βλέφαρα πρὸς τἀναιδὲς ἀγαγών, ἀλλὰ σωφρονεστέρως,
- ὡς ἀδελφὸν ὄντʼ· ἀνὴρ γὰρ χρηστὸς αἰδεῖσθαι φιλεῖ.
- εἰπέ μοι, τί δεινὰ φυσᾷς αἱματηρὸν ὄμμʼ ἔχων;
- τίς ἀδικεῖ σε; τοῦ κέχρησαι; χρηστὰ λέκτρʼ ἐρᾷς λαβεῖν;
- οὐκ ἔχοιμʼ ἄν σοι παρασχεῖν· ὧν γὰρ ἐκτήσω, κακῶς
- ἦρχες. εἶτʼ ἐγὼ δίκην δῶ σῶν κακῶν, ὁ μὴ σφαλείς;
- οὐ δάκνει σε τὸ φιλότιμον τοὐμόν, ἀλλʼ ἐν ἀγκάλαις
- εὐπρεπῆ γυναῖκα χρῄζεις, τὸ λελογισμένον παρεὶς
- καὶ τὸ καλόν, ἔχειν. πονηροῦ φωτὸς ἡδοναὶ κακαί.
- εἰ δʼ ἐγώ, γνοὺς πρόσθεν οὐκ εὖ, μετετέθην εὐβουλίᾳ,
- μαίνομαι; σὺ μᾶλλον, ὅστις ἀπολέσας κακὸν λέχος
- ἀναλαβεῖν θέλεις, θεοῦ σοι τὴν τύχην διδόντος εὖ.
- ὤμοσαν τὸν Τυνδάρειον ὅρκον οἱ κακόφρονες
- φιλόγαμοι μνηστῆρες — ἡ δέ γʼ Ἐλπίς, οἶμαι μέν, θεός,
- κἀξέπραξεν αὐτὸ μᾶλλον ἢ σὺ καὶ τὸ σὸν σθένος —
- οὓς λαβὼν στράτευε· ἕτοιμοι δʼ εἰσὶ μωρίᾳ φρενῶν.
- οὐ γὰρ ἀσύνετον τὸ θεῖον, ἀλλʼ ἔχει συνιέναι
- τοὺς κακῶς παγέντας ὅρκους καὶ κατηναγκασμένους.
- τἀμὰ δʼ οὐκ ἀποκτενῶ ʼγὼ τέκνα· κοὐ τὸ σὸν μὲν εὖ