Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. κᾆτʼ, ἐπεὶ Κάλχας ἐν ἱεροῖς εἶπε σὴν θῦσαι κόρην
  2. Ἀρτέμιδι, καὶ πλοῦν ἔσεσθαι Δαναΐδαις, ἡσθεὶς φρένας
  3. ἄσμενος θύσειν ὑπέστης παῖδα· καὶ πέμπεις ἑκών,
  4. οὐ βίᾳ — μὴ τοῦτο λέξῃς — σῇ δάμαρτι, παῖδα σὴν
  5. δεῦρʼ ἀποστέλλειν, Ἀχιλλεῖ πρόφασιν ὡς γαμουμένην.
  6. κᾆθʼ ὑποστρέψας λέληψαι μεταβαλὼν ἄλλας γραφάς,
  7. ὡς φονεὺς οὐκέτι θυγατρὸς σῆς ἔσῃ. μάλιστά γε.
  8. οὗτος αὑτός ἐστιν αἰθὴρ ὃς τάδʼ ἤκουσεν σέθεν.
  9. μυρίοι δέ τοι πεπόνθασʼ αὐτό· πρὸς τὰ πράγματα
  10. ἐκπονοῦσʼ ἔχοντες, εἶτα δʼ ἐξεχώρησαν κακῶς,
  11. τὰ μὲν ὑπὸ γνώμης πολιτῶν ἀσυνέτου, τὰ δʼ ἐνδίκως
  12. ἀδύνατοι γεγῶτες αὐτοὶ διαφυλάξασθαι πόλιν.
  13. Ἑλλάδος μάλιστʼ ἔγωγε τῆς ταλαιπώρου στένω,
  14. ἥ, θέλουσα δρᾶν τι κεδνόν, βαρβάρους τοὺς οὐδένας
  15. καταγελῶντας ἐξανήσει διὰ σὲ καὶ τὴν σὴν κόρην.
  16. μηδένʼ ἀνδρείας ἕκατι προστάτην θείμην χθονός,
  17. μηδʼ ὅπλων ἄρχοντα· νοῦν χρὴ τὸν στρατηλάτην ἔχειν·
  18. πόλεος ὡς ἄρχων ἀνὴρ πᾶς, ξύνεσιν ἢν ἔχων τύχῃ.
Χορός
  1. δεινὸν κασιγνήτοισι γίγνεσθαι λόγους
  2. μάχας θʼ, ὅταν ποτʼ ἐμπέσωσιν εἰς ἔριν.