Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- νάιον πόρευμα,
- τὰ δὲ κατʼ οἴκους κλύουσα συγκλήτου
- μνήμην σῴζομαι στρατεύματος.
- Μενέλαε, τολμᾷς δείνʼ, ἅ σʼ οὐ τολμᾶν χρεών.
- ἄπελθε· λίαν δεσπόταισι πιστὸς εἶ.
- καλόν γέ μοι τοὔνειδος ἐξωνείδισας.
- κλαίοις ἄν, εἰ πράσσοις ἃ μὴ πράσσειν σε δεῖ.
- οὐ χρῆν σε λῦσαι δέλτον, ἣν ἐγὼ ʼφερον.
- οὐδέ γε φέρειν σὲ πᾶσιν Ἕλλησιν κακά.
- ἄλλοις ἁμιλλῶ ταῦτʼ· ἄφες δὲ τήνδʼ ἐμοί.
- οὐκ ἂν μεθείμην.
- οὐδʼ ἔγωγʼ ἀφήσομαι.
- σκήπτρῳ τάχʼ ἆρα σὸν καθαιμάξω κάρα.
- ἀλλʼ εὐκλεές τοι δεσποτῶν θνῄσκειν ὕπερ.
- μέθες· μακροὺς δὲ δοῦλος ὢν λέγεις λόγους.
- ὦ δέσποτʼ, ἀδικούμεσθα. σὰς δʼ ἐπιστολὰς
- ἐξαρπάσας ὅδʼ ἐκ χερῶν ἐμῶν βίᾳ,
- Ἀγάμεμνον, οὐδὲν τῇ δίκῃ χρῆσθαι θέλει.
- ἔα·
- τίς ποτʼ ἐν πύλαισι θόρυβος καὶ λόγων ἀκοσμία;