Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. οὑμὸς οὐχ ὁ τοῦδε μῦθος κυριώτερος λέγειν.
Ἀγαμέμνων
  1. σὺ δὲ τί τῷδʼ ἐς ἔριν ἀφῖξαι, Μενέλεως, βίᾳ τʼ ἄγεις;
Μενέλαος
  1. βλέψον εἰς ἡμᾶς, ἵνʼ ἀρχὰς τῶν λόγων ταύτας λάβω.
Ἀγαμέμνων
  1. μῶν τρέσας οὐκ ἀνακαλύψω βλέφαρον, Ἀτρέως γεγώς;
Μενέλαος
  1. τήνδʼ ὁρᾷς δέλτον, κακίστων γραμμάτων ὑπηρέτιν;
Ἀγαμέμνων
  1. εἰσορῶ· καὶ πρῶτα ταύτην σῶν ἀπάλλαξον χερῶν.
Μενέλαος
  1. οὔ, πρὶν ἂν δείξω γε Δαναοῖς πᾶσι τἀγγεγραμμένα.
Ἀγαμέμνων
  1. ἦ γὰρ οἶσθʼ ἃ μή σε καιρὸς εἰδέναι σήμαντρʼ ἀνείς;
Μενέλαος
  1. ὥστε σʼ ἀλγῦναί γʼ, ἀνοίξας ἃ σὺ κάκʼ εἰργάσω λάθρᾳ.
Ἀγαμέμνων
  1. ποῦ δὲ κἄλαβές νιν; ὦ θεοί, σῆς ἀναισχύντου φρενός.
Μενέλαος
  1. προσδοκῶν σὴν παῖδʼ ἀπʼ Ἄργους, εἰ στράτευμʼ ἀφίξεται.
Ἀγαμέμνων
  1. τί δέ σε τἀμὰ δεῖ φυλάσσειν; οὐκ ἀναισχύντου τόδε;
Μενέλαος
  1. ὅτι τὸ βούλεσθαί μʼ ἔκνιζε· σὸς δὲ δοῦλος οὐκ ἔφυν.
Ἀγαμέμνων
  1. οὐχὶ δεινά; τὸν ἐμὸν οἰκεῖν οἶκον οὐκ ἐάσομαι;
Μενέλαος
  1. πλάγια γὰρ φρονεῖς, τὰ μὲν νῦν, τὰ δὲ πάλαι, τὰ δʼ αὐτίκα.
Ἀγαμέμνων
  1. εὖ κεκόμψευσαι πονηρά· γλῶσσʼ ἐπίφθονον σοφή.
Μενέλαος
  1. νοῦς δέ γʼ οὐ βέβαιος ἄδικον κτῆμα κοὐ σαφὲς φίλοις.
  2. βούλομαι δέ σʼ ἐξελέγξαι, καὶ σὺ μήτʼ ὀργῆς ὕπο
  3. ἀποτρέπου τἀληθὲς οὔτʼ αὖ κατατενῶ λίαν ἐγώ.
  4. οἶσθʼ, ὅτʼ ἐσπούδαζες ἄρχειν Δαναΐδαις πρὸς Ἴλιον,