Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. Γουνεὺς ἆρχε· τῶνδε δʼ αὖ πέλας
  2. Ἤλιδος δυνάστορες,
  3. οὓς Ἐπειοὺς ὠνόμαζε πᾶς λεώς·
  4. Εὔρυτος δʼ ἄνασσε τῶνδε,
  5. λευκήρετμον δʼ Ἄρη
  6. Τάφιον ἦγεν, ὧν Μέγης ἄνασσε,
  7. Φυλέως λόχευμα,
  8. τὰς Ἐχίνας λιπὼν
  9. νήσους ναυβάταις ἀπροσφόρους.
Χορός
  1. —Αἴας δʼ ὁ Σαλαμῖνος ἔντροφος
  2. δεξιὸν κέρας πρὸς τὸ λαιὸν ξυνᾶγε,
  3. τῶν ἆσσον ὥρμει πλάταισιν
  4. ἐσχάταισι συμπλέκων
  5. δώδεκʼ εὐστροφωτάταισι ναυσίν. ὣς
  6. ἄιον καὶ ναυβάταν
  7. εἰδόμαν λεών·
  8. ᾧ τις εἰ προσαρμόσει
  9. βαρβάρους βάριδας,
  10. νόστον οὐκ ἀποίσεται,
  11. ἐνθάδʼ οἷον εἰδόμαν