Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- Ἀγάμεμνον, Ἀτρεύς.
- δεῖ δέ σε χαίρειν καὶ λυπεῖσθαι·
- θνητὸς γὰρ ἔφυς. κἂν μὴ σὺ θέλῃς,
- τὰ θεῶν οὕτω βουλόμενʼ ἔσται.
- σὺ δὲ λαμπτῆρος φάος ἀμπετάσας
- δέλτον τε γράφεις
- τήνδʼ ἣν πρὸ χερῶν ἔτι βαστάζεις,
- καὶ ταὐτὰ πάλιν γράμματα συγχεῖς
- καὶ σφραγίζεις λύεις τʼ ὀπίσω
- ῥίπτεις τε πέδῳ πεύκην, θαλερὸν
- κατὰ δάκρυ χέων,
- καὶ τῶν ἀπόρων οὐδενὸς ἐνδεῖς
- μὴ οὐ μαίνεσθαι.
- τί πονεῖς; τί νέον περὶ σοί, βασιλεῦ;
- φέρε κοίνωσον μῦθον ἐς ἡμᾶς.
- πρὸς δʼ ἄνδρʼ ἀγαθὸν πιστόν τε φράσεις·
- σῇ γάρ μʼ ἀλόχῳ τότε Τυνδάρεως
- πέμπει φερνὴν
- συννυμφοκόμον τε δίκαιον.
- πέμπω σοι πρὸς ταῖς πρόσθεν