Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. τόνδε κατʼ Εὔριπον ἔχουσιν.
Πρεσβύτης
  1. τί δὲ σὺ σκηνῆς ἐκτὸς ἀίσσεις,
  2. Ἀγάμεμνον ἄναξ;
  3. ἔτι δʼ ἡσυχία τῇδε κατʼ Αὖλιν
  4. καὶ ἀκίνητοι φυλακαὶ τειχέων.
  5. στείχωμεν ἔσω.
Ἀγαμέμνων
  1. ζηλῶ σέ, γέρον,
  2. ζηλῶ δʼ ἀνδρῶν ὃς ἀκίνδυνον
  3. βίον ἐξεπέρασʼ ἀγνὼς ἀκλεής·
  4. τοὺς δʼ ἐν τιμαῖς ἧσσον ζηλῶ.
Πρεσβύτης
  1. καὶ μὴν τὸ καλόν γʼ ἐνταῦθα βίου.
Ἀγαμέμνων
  1. τοῦτο δέ γʼ ἐστὶν τὸ καλὸν σφαλερόν,
  2. καὶ τὸ πρότιμον
  3. γλυκὺ μέν, λυπεῖ δὲ προσιστάμενον.
  4. τοτὲ μὲν τὰ θεῶν οὐκ ὀρθωθέντʼ
  5. ἀνέτρεψε βίον, τοτὲ δʼ ἀνθρώπων
  6. γνῶμαι πολλαὶ
  7. καὶ δυσάρεστοι διέκναισαν.
Πρεσβύτης
  1. οὐκ ἄγαμαι ταῦτʼ ἀνδρὸς ἀριστέως.
  2. οὐκ ἐπὶ πᾶσίν σʼ ἐφύτευσʼ ἀγαθοῖς,