Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. δέλτους, ὦ Λήδας ἔρνος—
Πρεσβύτης
  1. λέγε καὶ σήμαινʼ, ἵνα καὶ γλώσσῃ
  2. σύντονα τοῖς σοῖς γράμμασιν αὐδῶ.
Ἀγαμέμνων
  1. μὴ στέλλειν τὰν σὰν ἶνιν πρὸς
  2. τὰν κολπώδη πτέρυγʼ Εὐβοίας
  3. Αὖλιν ἀκλύσταν.
  4. εἰς ἄλλας ὥρας γὰρ δὴ
  5. παιδὸς δαίσομεν ὑμεναίους.
Πρεσβύτης
  1. καὶ πῶς Ἀχιλεὺς λέκτρων ἀπλακὼν
  2. οὐ μέγα φυσῶν θυμὸν ἐπαρεῖ
  3. σοὶ σῇ τʼ ἀλόχῳ;
  4. τόδε καὶ δεινόν· σήμαινʼ ὅ τι φῄς.
Ἀγαμέμνων
  1. ὄνομʼ, οὐκ ἔργον, παρέχων Ἀχιλεὺς
  2. οὐκ οἶδε γάμους, οὐδʼ ὅ τι πράσσομεν,
  3. οὐδʼ ὅτι κείνῳ παῖδʼ ἐπεφήμισα
  4. νυμφείους εἰς ἀγκώνων
  5. εὐνὰς ἐκδώσειν λέκτροις.
Πρεσβύτης
  1. δεινά γʼ ἐτόλμας, Ἀγάμεμνον ἄναξ,
  2. ὃς τῷ τῆς θεᾶς σὴν παῖδʼ ἄλοχον
  3. φατίσας ἦγες σφάγιον Δαναοῖς.